© Σημονιδης, Semonides, VII c. a. Chr. n.
Versio electronica: Ulrich Harsch 1998/2002 (Bibliotheca Augustana); Aerius (ae-lib.org.ua), 2005
29 Diehl/Snell = Simonides 8 West
29 Diehl/Snell = Simonides 8 West
ἓν δὲ τὸ κάλλιστον Χῖος ἔειπεν ἀνήρ·
«οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν.»
παῦροι μὴν θνητῶν οὔασι δεξάμενοι
στέρνοισ' ἐγκατέθεντο· πάρεστι γὰρ ἐλπὶς ἑκάστωι
ἀνδρῶν, ἥ τε νέων στήθεσιν ἐμφύεται.
θνητῶν δ' ὄφρα τις ἄνθος ἔχηι πολυήρατον ἥβης,
κοῦφον ἔχων θυμὸν πόλλ' ἀτέλεστα νοεῖ·
οὔτε γὰρ ἐλπίδ' ἔχει γηρασέμεν οὔτε θανεῖσθαι
οὐδ', ὑγιὴς ὅταν ἦι, φροντίδ' ἔχει καμάτου.
νήπιοι, οἷς ταύτηι κεῖται νόος, οὐ δὲ ἴσασιν,
ὡς χρόνος ἔσθ' ἥβης καὶ βιότοι' ὀλίγος
θνητοῖσ'· ἀλλὰ σὺ ταῦτα μαθῶν βιότου ποτὶ τέρμα
ψυχῆι τῶν ἀγαθῶν τλῆθι χαριζόμενος.
1 Snell = 1 Bergk+/West
Ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος
πάντων ὅσ' ἐστὶ καὶ τίθησ' ὅκηι θέλει.
νόος δ' οὐκ ἐπ' ἀνθρώποισιν· ἀλλ' ἐφήμεροι
ἃ δὴ βοτὰ ζόωμεν, οὐδὲν εἰδότες,
ὅκως ἕκαστον ἐκτελευτήσει θεός.
ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει
ἄπρηκτον ὁρμαίνοντας· οἳ μὲν ἡμέρην
μένουσιν ἐλθεῖν, οἳ δ' ἐτέων περιτροπάς.
νέωτα δ' οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν
πλούτωι τε κἀγαθοῖσιν ἵξεσθαι βρύων.
φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸν,
πρὶν τέρμ' ἵκηται· τοὺς δὲ δύστηνοι νόσοι
φθείρουσ' ἀνήβους· τοὺς δ' Ἄρει δεδμημένους
πέμπει μελαίνης Ἀίδης ὑπὸ χθονός.
οἳ δ' ἐν θαλάσσηι λαίλαπι κλονεύμενοι
καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς
θνήσκουσιν, εὖτ' ἂν + μὴ δυνήσωνται ζόειν.
οἳ δ' ἀγχόνην ἅψαντο δυστήνωι μόρωι
καὐτάγρετοι λείπουσιν ἡλίου φάος.
οὕτω κακῶν ἄπ' οὐδέν· ἀλλὰ μυρίαι
βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι
καὶ πήματ' ἐστίν. εἰ δ' ἐμοὶ πιθοίατο,
οὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδ' ἐπ' ἄλγεσι
κακοῖσ' ἔχοντες θυμὸν αἰκιζοίμεθα.
2 Snell = 2 Bergk+/West
τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα,
εἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς.
3 Snell = 3 Bergk+/West
πολλὸς γὰρ ἥμιν ἐστὶ τεθνάναι χρόνος,
ζῶμεν δ' ἀριθμῶι παῦρα <παγ>κάκως ἔτεα.
4 Snell = 4 Bergk+/West
πάμπαν δ' ἄμωμος οὔ τις οὐδ' ἀκήριος.
5 Snell = 5 Bergk+/West
ἄθηλος ἵππωι πῶλος ὣς ἅμα τρέχει.
6 Snell = 6 Bergk+/West
γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληίζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
7 Snell = 7 Bergk+/West
Χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον
τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος,
τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυγμένα
ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί·
αὐτὴ δ' ἄλουτος ἀπλύτοισ' ἐν εἵμασιν
ἐν κοπρίηισιν ἡμένη πιαίνεται.
τὴν δ' ἐξ ἀλιτρῆς θεὸς ἔθηκ' ἀλώπεκος
γυναῖκα πάντων ἴδριν, οὐδέ μιν κακῶν
λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων·
τὸν μὲν γὰρ αὐτὸν εἶπε πολλάκις κακόν,
τὸ δ' ἐσθλόν· ὀργὴν δ' ἄλλοτ' ἀλλοίην ἔχει.
τὴν δ' ἐκ κυνός, λιτοργόν, αὐτομήτορα,
ἣ πάντ' ἀκοῦσαι, πάντα δ' εἰδέναι θέλει,
πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη
λέληκεν, ἢν καὶ μηδέν' ἀνθρώπων ὁρᾶι.
παύσειε δ' ἄν μιν οὔτ' ἀπειλήσας ἀνήρ,
οὐδ' εἰ χολωθεὶς ἐξαράξειεν λίθωι
ὀδόντας, οὐδ' ἂν μειλίχως μυθεύμενος,
οὐδ' εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι·
ἀλλ' ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει.
[τὴν δὲ πλάσαντες γηίνην Ὀλύμπιοι
ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακόν
οὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή·
ἔργον δὲ μοῦνον ἐσθίειν ἐπίσταται.
κοὐδ' ἢν κακὸν χειμῶνα ποιήσηι θεός,
ῥιγῶσα δίφρον ἆσσον ἕλκεται πυρός.
τὴν δ' ἐκ θαλάσσης, ἣ δύ' ἐν φρεσὶν νοεῖ·
τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην·
ἐπαινέσει μιν ξεῖνος ἐν δόμοισ' ἰδών·
"οὐκ ἔστιν ἄλλη τῆσδε λωίων γυνή
ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων."
τὴν δ' οὐκ ἀνεκτὸς οὐδ' ἐν ὀφθαλμοῖσ'ἰδεῖν
οὔτ' ἆσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε
ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων,
ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη
ἐχθροῖσιν ἴσα καὶ φίλοισι γίγνεται·
ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμής
ἕστηκ'ἀπήμων χάρμα ναύτηισιν μέγα
θέρεος ἐν ὥρηι, πολλάκις δὲ μαίνεται
βαρυκτύποισι κύμασιν φορευμένη·
ταύτηι μάλιστ' ἔοικε τοιαύτη γυνή
ὀργήν· φυὴν γὰρ ἄλλοτ'ἀλλοίην ἔχει.]
τὴν δ' ἐκ σποδείης καὶ παλιντριβέος ὄνου,
ἣ σύν τ' ἀνάγκηι σύν τ' ἐνιπῆισιν μόγις
ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο
ἀρεστά. τόφρα δ' ἐσθίει μὲν ἐν μυχῶι
προνὺξ, προῆμαρ, ἐσθίει δ' ἐπ' ἐσχάρηι.
ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον
ἐλθόνθ' ἑταῖρον ὁντινῶν ἐδέξατο.
τὴν δ' ἐκ γαλῆς δύστηνον οἰζυρὸν γένος·
κείνηι γὰρ οὔ τι καλὸν οὐδ' ἐπίμερον
πρόσεστιν οὐδὲ τερπνὸν οὐδ' ἐράσμιον.
εὐνῆς δ' ἀδηνής ἐστιν ἀφροδισίης,
τὸν δ' ἄνδρα τὸν παρεόντα ναυσίηι διδοῖ.
κλέπτουσα δ' ἔρδει πολλὰ γείτονας κακά,
ἄθυστα δ' ἱρὰ πολλάκις κατεσθίει.
τὴν δ' ἵππος ἁβρὴ χαιτέεσσ' ἐγείνατο,
ἣ δούλι' ἔργα καὶ δύην περιτρέπει,
κοὔτ' ἂν μύλης ψαύσειεν οὔτε κόσκινον
ἄρειεν οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη
ἵζοιτ'· ἀνάγκηι δ' ἄνδρα ποιεῖται φίλον.
λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς καὶ μύροισ' ἀλείφεται·
αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.
καλὸν μὲν ὦν θέημα τοιαύτη γυνή
ἄλλοισι, τῶι δ' ἔχοντι γίνεται κακόν,
ἢν μή τις ἤ τύραννος ἤ σκηπτοῦχος ἦι,
ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται.
τὴν δ' ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸν
Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν.
αἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνή
εἶσιν δι' ἄστεος πᾶσιν ἀνθρώποις γέλως·
ἐπ' αὐχένα βραχεῖα κινεῖται μόγις,
ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ
ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται.
δήνεα δὲ πάντα καὶ τρόπους ἐπίσταται
ὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει,
οὐδ' ἄν τιν' εὖ ἔρξειεν, ἀλλὰ τοῦθ' ὁρᾶι
καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται,
ὅκως τιν' ὡς μέγιστον ἔρξειεν κακόν.
τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·
κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,
θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος.
φίλη δὲ σὺν φιλεῦντι γηράσκει πόσι
τεκοῦσα καλὸν κοὐνομάκλυτον γένος.
κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται
πάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις.
οὐ δ' ἐν γυναιξὶν ἥδεται καθημένη,
ὅκου λέγουσιν ἀφροδισίους λόγους.
τοίας γυναῖκας ἀνδράσιν χαρίζεται
Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας.
τὰ δ' ἄλλα φῦλα ταῦτα μηχανῆι Διός
ἔστιν τε πάντα καὶ παρ' ἀνδράσιν μένει.
Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν,
γυναῖκας. ἤν τι καὶ δοκέωσιν ὠφελεῖν,
ἔχοντί τωι μάλιστα γίγνεται κακόν·
οὐ γὰρ κοτ' εὔφρων ἡμέρην διέρχεται
ἅπασαν, ὅστις σὺν γυναικὶ τέλλεται,
οὐδ' αἶψα λιμὸν οἰκίης ἀπώσεταιι,
ἐχθρὸν συνοικητῆρα δυσμενέα θεόν.
ἀνὴρ δ' ὅταν μάλιστα θυμηδεῖν δοκῆι
κατ'οἶκον ἢ θεοῦ μοῖραν ἢ (ἀ)νθρώπου χάριν,
εὑροῦσα μῶνον ἐς μάχην κορύσσεται.
ὅκου γυνὴ γάρ ἐστιν, οὐδ'ἐς οἰκίην
ξεῖνον μολόντα προφρόνως δεχοίατο.
ἥτις δέ μοι μάλιστα σωφρονεῖν δοκεῖ,
αὕτη μέγιστα τυγχάνει λωβωμένη·
κεχηνότος γὰρ ἀνδρὸς - οἱ δὲ γείτονες
χαίρουσ' ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει.
τὴν ἣν δ' ἕκαστος αἰνέσει μεμνημένος
γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται·
ἴσην δ' ἔχοντες μοῖραν οὐ γιγνώσκομεν.
Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν
καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδης,
έξ οὗ τε τοὺς μὲν Ἀίδης ἐδέξατοο
γυναικὸς εἵνεκ' ἀμφιδηριωμένους
. . .
8 Bergk+/West
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ
8 Snell = 9 Bergk+/West
ἐρωιδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντ' ἀφείλετο.
9 Snell = 10 Bergk+/West
τί ταῦτα μακρῶν διὰ λόγων ἀνέδραμον;
14a Snell = 10a Bergk+/West
καὶ μήτ' ἄλουτος γαυρία σύ, μήτ' ὕδωρ
θαυμάζε, μηδὲ κουρία γενειάδα,
μηδὲ ῥύπωι χιτῶνος ἔντυε χρόα.
11 Bergk+/West
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
10 Snell = 12 Bergk+/West
σπλάγχν' ἀμφέποντες αὐτίκ' ἰκτίνου δίκην
11 Snell = 13 Bergk+/West
«οἷον τόδ' ἡμῖν ἑρπετὸν παρέπτατο,
τὸ ζωίων κάκιστον ἔκτηται βίον.»
12 Snell = 14 Bergk+/West
οὐκ ἄν τις οὕτω δασκίοισ' ἐν οὔρεσιν
ἀνὴρ λέοντ' ἔδεισεν οὐδὲ πάρδαλιν
μοῦνος στενυγρῆι συμπεσὼν ἐν ἀτραπῶι.
13 Snell = 15 Bergk+/West
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες
14 Snell = 16 Bergk+/West
κἠλειφόμην μύροισι καὶ θυώμασι
καὶ βακκάρι· καὶ γάρ τις ἔμπορος παρῆν.
15 Snell = 17 Bergk+/West
κὰτ τῆς ὄπισθεν - ∪ - ´ ἡλσάμην
ὀρσοθύρης·
16 Snell = 18 Bergk+/West
καὶ σαῦλα βαίνων ἵππος ὡς κορωνίης
19 Bergk+/West
ἢ τυφλὸς ἤ τις σκνιπὸς ἢ μόγις βλέπων.
18 Snell = 20 Bergk+/West
θύ<ουσι> Νύμφηισ' ἠδὲ Μαιάδος τόκωι·
οὗτοι γὰρ ἀνδρῶν αἷμ' ἔχουσι ποιμένων.
19 Snell = 21a Bergk+/West
σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν
21b Bergk+/West
σὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοις
20 Snell = 22/23 Bergk+/West
<Ἦ> πολλὰ μὲν δὴ προεκπονέαι, Τηλέμβροτε,
. . .
ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαιίης
Τρομίλιος θαυμαστός, ὃν κατήγαγον.
21 Snell = 24 Bergk+/West
κὠς <ὗν> ἀπεῦσα κὠς ἐμίστυλα κρέα
ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι.
22 Snell = 25 Bergk+/West
ἔδωκεν οὐδεὶς οὐδ' ἀρυστῆρα τρυγός.
23 Snell = 26 Bergk+/West
ἀπὸ τράπεζαν εἷλεν ἧι ποτήρια.
24 Snell = 27 Bergk+/West
αὕτη δὲ φοξὴ χεῖλος Ἀργείη κύλιξ
28 Bergk+/West
ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν.
30 Bergk+/West
μηρίων δεδαυμένων.
31a Bergk+/West
τὰ δ' ἄλλα πεπλέαται ξύλα
31b Bergk+/West
σίσυν παχείην
32 Bergk+/West
ἤϊα
*33 Bergk+/West
κάρκαρα
*34 Bergk+/West
κερκωπία
35 Bergk+/West
κορδύλη
36 Bergk+/West
κύβηβον
37 Bergk+/West
Μυσῶν λείαν
38 Bergk+/West
νήστης
39 Bergk+/West
ταρσιά
40 Bergk+/West
ψηνός
41 Bergk+/West
+ἐν εὐδετέω ὥσπερ+ Λέσβιος Πρύλις.
*42 Bergk+/West
ῥεῖα θεοὶ κλέπτουσιν ἀνθρώπων νόον.
© Aerius, 2005